Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.193 Joseph. AJ 1.197 (English) >>Joseph. AJ 1.202

1.195χαλεπήνας οὖν ἐπὶ τούτοις θεὸς ἔγνω τιμωρήσασθαι τῆς ὑπερηφανίας αὐτοὺς καὶ τήν τε πόλιν αὐτὴν κατασκάψασθαι καὶ τὴν χώραν οὕτως ἀφανίσαι, ὡς μήτε φυτὸν ἔτι μήτε καρπὸν ἕτερον ἐξ αὐτῆς ἀναδοθῆναι. 1.196

Ταῦτα τοῦ θεοῦ κρίναντος περὶ τῶν Σοδομιτῶν Ἅβραμος θεασάμενος τρεῖς ἀγγέλους, ἐκαθέζετο δὲ πρὸς τῇ δρυῒ τῇ Μαμβρῆ παρὰ τῇ θύρᾳ τῆς αὑτοῦ αὐλῆς, καὶ νομίσας εἶναι ξένους ἀναστὰς ἠσπάσατό τε καὶ παρʼ αὐτῷ καταχθέντας παρεκάλει ξενίας μεταλαβεῖν. 1.197ἐπινευσάντων δὲ ἄρτους τε προσέταξεν εὐθὺς ἐκ σεμιδάλεως γενέσθαι, καὶ μόσχον θύσας καὶ ὀπτήσας ἐκόμισεν αὐτοῖς ὑπὸ τῇ δρυῒ κατακειμένοις· οἱ δὲ δόξαν αὐτῷ παρέσχον ἐσθιόντων, ἔτι δὲ καὶ περὶ τῆς γυναικὸς ἐπυνθάνοντο, ποῖ ποτʼ εἴη Σάρρα. τοῦ δʼ εἰπόντος ἔνδον εἶναι, ἥξειν ἔφασαν εἰς τὸ μέλλον καὶ εὑρήσειν αὐτὴν ἤδη μητέρα γεγενημένην. 1.198τῆς δὲ γυναικὸς ἐπὶ τούτῳ μειδιασάσης καὶ ἀδύνατον εἶναι τὴν τεκνοποιίαν εἰπούσης αὐτῆς μὲν ἐνενήκοντα ἔτη ἐχούσης τοῦ δʼ ἀνδρὸς ἑκατόν, οὐκέτι κατέσχον λανθάνοντες ἀλλʼ ἐμήνυσαν ἑαυτοὺς ὄντας ἀγγέλους τοῦ θεοῦ, καὶ ὅτι πεμφθείη μὲν εἷς σημανῶν περὶ τοῦ παιδός, οἱ δύο δὲ Σοδομίτας καταστρεψόμενοι. 1.199

Ταῦτʼ ἀκούσας Ἅβραμος ἤλγησεν ἐπὶ τοῖς Σοδομίταις καὶ τὸν θεὸν ἀναστὰς ἱκέτευσε παρακαλῶν, μὴ τοὺς δικαίους καὶ ἀγαθοὺς συναπολλύναι τοῖς πονηροῖς. τοῦ δὲ θεοῦ φήσαντος μηδένα εἶναι τῶν Σοδομιτῶν ἀγαθόν, εἰ γὰρ ἐν αὐτοῖς δέκα εἶεν συγχωρεῖν ἅπασι τὴν ἐπὶ τοῖς ἁμαρτήμασι τιμωρίαν, μὲν Ἅβραμος ἡσύχασεν·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.193 Joseph. AJ 1.197 (English) >>Joseph. AJ 1.202

Powered by PhiloLogic